Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 55.15 Dem. 55.18 (English) >>Dem. 55.21

55.17ἔπειτα τίς ἂν ὑμῶν εἴτʼ ἐν ἀγρῷ νὴ Δίʼ εἴτʼ ἐν ἄστει τὸ διὰ τῆς ὁδοῦ ῥέον ὕδωρ εἰς τὸ χωρίον τὴν οἰκίαν δέξαιτʼ ἂν αὑτοῦ; ἀλλʼ οὐκ αὐτὸ τοὐναντίον, κἂν βιάσηταί ποτε, ἀποφράττειν ἅπαντες καὶ παροικοδομεῖν εἰώθαμεν; οὗτος τοίνυν ἀξιοῖ μʼ ἐκ τῆς ὁδοῦ τὸ ὕδωρ εἰσδεξάμενον εἰς τὸ ἐμαυτοῦ χωρίον, ὅταν τὸ τούτου παραλλάξῃ χωρίον, πάλιν εἰς τὴν ὁδὸν ἐξαγαγεῖν. οὐκοῦν πάλιν μετὰ τοῦτόν μοι γεωργῶν τῶν γειτόνων ἐγκαλεῖ· τὸ γὰρ ὑπὲρ τούτου δίκαιον δῆλον ὅτι κἀκείνοις ὑπάρξει πᾶσι λέγειν. 55.18ἀλλὰ μὴν εἴ γʼ εἰς τὴν ὁδὸν ὀκνήσω τὸ ὕδωρ ἐξάγειν, που σφόδρα θαρρῶν εἰς τὸ τοῦ πλησίον χωρίον ἀφιείην ἄν. ὅπου γὰρ δίκας ἀτιμήτους φεύγω διότι τὸ ἐκ τῆς ὁδοῦ ῥέον ὕδωρ εἰς τὸ τούτου χωρίον διέπεσεν, τί πείσομαι πρὸς Διὸς ὑπὸ τῶν ἐκ τοῦ χωρίου τοὐμοῦ τοῦ ὕδατος εἰσπεσόντος βλαπτομένων; ὅπου δὲ μήτʼ εἰς τὴν ὁδὸν μήτʼ εἰς τὰ χωρίʼ ἀφιέναι μοι τὸ ὕδωρ ἐξέσται δεξαμένῳ, τί λοιπόν, ἄνδρες δικασταί, πρὸς θεῶν; οὐ γὰρ ἐκπιεῖν γε δήπου με Καλλικλῆς αὐτὸ προσαναγκάσει. 55.19ταῦτα τοίνυν ἐγὼ πάσχων ὑπὸ τούτων καὶ πόλλʼ ἕτερα καὶ δεινά, μὴ ὅτι δίκην λαβών, ἀλλὰ μὴ προσοφλὼν ἀγαπήσαιμʼ ἄν. εἰ μὲν γὰρ ἦν, ἄνδρες δικασταί, χαράδρα πάλιν ὑποδεχομένη, τάχʼ ἂν ἠδίκουν ἐγὼ μὴ δεχόμενος, ὥσπερ ἀνʼ ἕτερʼ ἄττα τῶν χωρίων εἰσὶν ὁμολογούμεναι χαράδραι· καὶ ταύταις δέχονται μὲν οἱ πρῶτοι, καθάπερ τοὺς ἐκ τῶν οἰκιῶν χειμάρρους, παρὰ τούτων δʼ ἕτεροι παραλαμβάνουσιν ὡσαύτως· ταύτῃ δʼ οὔτε παραδίδωσιν οὐδεὶς οὔτε παρʼ ἐμοῦ παραλαμβάνει.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 55.15 Dem. 55.18 (English) >>Dem. 55.21

Powered by PhiloLogic